Ευχή ἀναγινωσκώμενη εἰς πᾶσαν ἀσθένειαν και γοητείαν και μαγείαν

Τοῦ Κυρίου δεηθῶμεν.

Θεοφόρε Ἱεράρχα τοῦ Χριστοῦ Ἅγιε Παρθένιε, ὁ τῆς Λαμψάκου πανθαύμαστος ποιμήν καί πάσης Ἐκκλησίας λύχνος φαεινότατος· ὁ Ἀποστολικοῖς χαρίσμασι θαυμαστωθείς, καί πλείστους εὐεργετῆησας διά τὴς ἐν σοί τοῦ Παρακλήτου χάριτος καί δυνάμεως ὁ νοσοῦντας θεραπεύσας. καί παραλύτους συσφίγξας, καί πάντων τῶν αἰτούντων τάς αἰτήσεις πληρώσας, πρόσδεξαι δεόμεθα, συμπαθέστατε Πάτερ, τήν παροῦσαν ἡμῶν δέησιν, και πλήρωσον χαρᾶς καί εὐφροσύνης τάς καρδίας ἡμῶν.

Ἴασαι τόν πάσχοντα δοῦλόν σου (δεῖνα), τόν προσελθόντα μετά πίστεως τῇ χάριτί σου. Κατάργησον καί ἀνενέργητον ποίησὸν τῆς ἀντικειμένης τοῦ σκότους δυνάμεως τήν κατ᾽ αὐτοῦ ὀλέθριον ἐνέργειαν.

Ἀνόρθωσον αὐτόν ἀπό κλίνης ὀδυνηρᾶς ἐπελθούσης ἀσθενείας καί συνοχῆς, πάσης μαγείας, καί γοητείας, καί τερατείας, καί βασκανίας. καί πάσης ἄλλης κακοτρόπου ἐπιβουλῆς καί μανίας διαλύων τάς συστροφᾶς, καί καταργῶν τάς ἐπινοίας καί ἐπηρείας καί μηχανίας, τῇ ἀοράτῳ ἐπισκιάσει τῆς ὀξείας βοηθείας σου Πάτερ.

Σύ τῶν ἀκαθάρτων πνευμάτων τήν ἰσχύν κατήσχυνας· σύ το χαλεπώτατον πάθος τοῦ καρκίνου ἐθεράπευσας· σύ ἐν σημείοις καὶ τέρασι καί ποικίλαις δυνάμεσι παρά Θεοῦ ἐδοξάσθης, δεδοξασμένε καί θαυματουργέ Πάτερ· σύ και νῦν ἐπάκουσον τὴς δεήσεως ἡμῶν, καὶ δός τῷ πᾶσχοντι και νοσοῦντι ἰκέτη σου τὴν κατ᾽ ἄμφω ὑγείαν εἰρήνην οὐρανόθεν καί βίον σεμνόν, πορευομένῳ εν ταῖς τρίβοις τοῦ θείου θελήματος. πάσας τάς ἡμέρας τῆς ζωῆς αὐτοῦ· ἵνα διά σοῦ τυχῶν τοῦ θείου ἐλέους, δοξάζῃ τό πανάγιον ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, τῆς μιᾶς Θεότητος καί βασιλείας εἰς τούς αἰῶνας.

Ἀμήν.